Thesauros Edebiyat biography Ἀλκιβιάδης

Ἀλκιβιάδης

Ἀλκιβιάδης Plutarch
28.6 πολλῶν δὲ καὶ νεκρῶν καὶ ὅπλων κρατήσαντες τάς τε ναῦς ἁπάσας ἔλαβον, χειρωσάμενοι δὲ καὶ Κύζικον, ἐκλιπόντος τοῦ Φαρναβάζου καὶ τῶν Πελοποννησίων διαφθαρέντων, οὐ μόνον τὸν Ἑλλήσποντον εἶχον βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης θαλάττης ἐξήλασαν κατὰ κράτος τοὺς Λακεδαιμονίους. ἑάλω δὲ καὶ γράμματα λακωνικῶς φράζοντα τοῖς Ἐφόροις τὴν γεγενημένην ἀτυχίαν· ἔρρει τὰ κᾶλα· Μίνδαρος ἀπεσσούα· πεινῶντι τὦνδρες· ἀπορίομες τί χρὴ δρᾶν.
29.1 οὕτω δʼ ἐπήρθησαν οἱ μετὰ τοῦ Ἀλκιβιάδου στρατευσάμενοι καὶ τοσοῦτον ἐφρόνησαν ὥστʼ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμιγνύναι στρατιώταις ἑαυτοὺς πολλάκις ἡττημένοις ἀηττήτους ὄντας. καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον ὑπὸ τῶν Ἐφεσίων ἐπʼ αἰσχύνῃ τῶν Ἀθηναίων.
29.2 ταῦτʼ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ Ἀλκιβιάδου τοῖς μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντες αὑτοὺς καὶ τὸν στρατηγόν, ἐκείνοις δὲ μήτε γυμνασίων μήτε χώρας ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντες. ἐπεὶ δὲ Φαρνάβαζος ἱππέας τε πολλοὺς ἔχων καὶ πεζοὺς ἐπῆλθεν αὐτοῖς ἐμβεβληκόσιν εἰς τὴν Ἀβυδηνῶν, ὁ δʼ Ἀλκιβιάδης ἐκβοηθήσας ἐπʼ αὐτὸν ἐτρέψατο καὶ κατεδίωξεν ἄχρι σκότους μετὰ τοῦ Θρασύλλου, καὶ ἀνεμίγνυντο καὶ κοινῇ φιλοφρονούμενοι καὶ χαίροντες ἐπανῄεσαν εἰς τὸ στρατόπεδον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi