Thesauros Edebiyat biography Περικλέους καὶ Φαβίου σύγκρισις

Περικλέους καὶ Φαβίου σύγκρισις

Περικλέους καὶ Φαβίου σύγκρισις Plutarch
2.3 εἰ δὲ δεῖ μὴ μόνον χρῆσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τεκμαίρεσθαι περὶ τοῦ μέλλοντος ὀρθῶς τὸν ἀγαθὸν στρατηγόν, Ἀθηναίοις μὲν ὡς Περικλῆς προέγνω καὶ προεῖπεν ἐτελεύτησεν ὁ πόλεμος· πολυπραγμονοῦντες γὰρ ἀπώλεσαν τὴν δύναμιν Ῥωμαῖοι δὲ παρὰ τοὺς Φαβίου λογισμοὺς ἐκπέμψαντες ἐπὶ Καρχηδονίους Σκηπίωνα πάντων ἐκράτησαν, οὐ τύχῃ, σοφίᾳ δὲ τοῦ στρατηγοῦ καὶ ἀνδρείᾳ κατὰ κράτος νικήσαντος τοὺς πολεμίους.
2.4 ὥστε τῷ μὲν τὰ πταίσματα τῆς πατρίδος μαρτυρεῖν ὅτι καλῶς ἔγνω, τὸν δὲ ὑπὸ τῶν κατορθωμάτων ἐλέγχεσθαι τοῦ παντὸς ἐσφαλμένον. ἴση δʼ ἁμαρτία στρατηγοῦ κακῷ περιπεσεῖν μὴ προσδοκήσαντα καὶ κατορθώματος καιρὸν ἀπιστίᾳ προέσθαι. μία γὰρ, ὡς ἔοικεν, ἀπειρία καὶ θράσος γεννᾷ καὶ θάρσος ἀφαιρεῖται, ταῦτα περὶ τῶν πολεμικῶν.
3.1 τῆς δὲ πολιτείας μέγα μὲν ἔγκλημα τοῦ Περικλέους ὁ πόλεμος, λέγεται γὰρ ἐπακτὸς ὑπʼ ἐκείνου γενέσθαι Λακεδαιμονίοις ἐρίσαντος μὴ ἐνδοῦναι. δοκῶ δὲ μηδʼ ἂν Φάβιον Μάξιμον ἐνδοῦναί τι Καρχηδονίοις, ἀλλʼ εὐγενῶς ὑποστῆναι τὸν ὑπὲρ τῆς ἡγεμονίας κίνδυνον. ἡ μέντοι πρὸς Μινούκιον ἐπιείκεια τοῦ Φαβίου καὶ πρᾳότης ἐλέγχει τὸν πρὸς Κίμωνα καὶ Θουκυδίδην στασιασμόν, ἄνδρας ἀγαθοὺς καὶ ἀριστοκρατικοὺς εἰς φυγὴν ὑπʼ αὐτοῦ καὶ τοὔστρακον ἐκπεσόντας.
3.2 ἀλλʼ ἥ γε δύναμις μείζων ἡ τοῦ Περικλέους καὶ τὸ κράτος, ὅθεν οὐδʼ ἄλλον εἴασεν ἐνδυστυχῆσαι τῇ πόλει κακῶς βουλευσάμενον στρατηγόν, ἀλλʼ ἢ μόνος αὐτὸν ἐκφυγὼν Τολμίδης καὶ διωσάμενος βίᾳ προσέπταισε Βοιωτοῖς οἱ δʼ ἄλλοι προσετίθεντο καὶ κατεκοσμοῦντο πάντες εἰς τήν ἐκείνου γνώμην ὑπὸ μεγέθους αὐτοῦ τῆς δυνάμεως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi