Thesauros Edebiyat biography Περικλέους καὶ Φαβίου σύγκρισις

Περικλέους καὶ Φαβίου σύγκρισις

Περικλέους καὶ Φαβίου σύγκρισις Plutarch
1.4 καίτοι δόξειεν ἂν οὐχ οὕτω χαλεπὸν εἶναι πόλιν ἐν συμφοραῖς μεταχειρίσασθαι ταπεινὴν καὶ τοῦ φρονοῦντος ὑπʼ ἀνάγκης κατήκοον γενομένην, ὡς διʼ εὐτυχίαν ἐπηρμένῳ καὶ σπαργῶντι τῷ δήμῳ χαλινὸν ἐμβαλεῖν ὕβρεως καὶ θρασύτητος· ᾧ δὴ μάλιστα φαίνεται τρόπῳ Περικλῆς Ἀθηναίων περιγενόμενος. ἀλλὰ τῶν Ῥωμαίοις συμπεσόντων τότε κακῶν τὸ μέγεθος καὶ τὸ πλῆθος ἰσχυρόν τινα τὴν γνώμην τὴν γνώμην Coraës: γνώμην. καὶ μέγαν ἔδειξεν ἄνδρα τὸν μὴ συγχυθέντα μηδὲ προέμενον τοὺς αὑτοῦ λογισμούς.
2.1 καὶ Σάμῳ μὲν ὑπὸ Περικλέους ἁλούσῃ τὴν Τάραντος ἔστι κατάληψιν ἀντιθεῖναι, καὶ νὴ Δίʼ Εὐβοίᾳ τὰς περὶ Καμπανίαν πόλεις· ἐπεὶ αὐτήν γε Καπύην οἱ περὶ Φούλβιον καὶ Ἄππιον ὕπατοι κατέσχον. ἐκ δὲ παρατάξεως Φάβιος οὐ φαίνεται μάχῃ νενικηκώς πλὴν ἀφʼ ἧς τὸν πρότερον εἰσήλασε θρίαμβον, Περικλῆς δʼ ἐννέα τρόπαια κατὰ γῆν καὶ κατὰ θάλατταν ἔστησεν ἀπὸ τῶν πολεμίων.
2.2 οὐ μὴν λέγεται τοιαύτη πρᾶξις Περικλέους, οἵαν ἔπραξε Φάβιος Μινούκιον ἐξαρπάσας Ἀννίβου καὶ διασώσας ἐντελὲς στρατόπεδον Ῥωμαίων· καλὸν γὰρ τὸ ἔργον καὶ κοινὸν ἀνδρείας ὁμοῦ καὶ φρονήσεως καὶ χρηστότητος· ὥσπερ αὖ πάλιν οὐδὲ σφάλμα λέγεται Περικλέους οἷον ἐσφάλη Φάβιος διὰ τῶν βοῶν καταστρατηγηθεὶς ὑπʼ Ἀννίβου, λαβὼν μὲν αὐτομάτως καὶ κατὰ τύχην ὑπελθόντα τοῖς στενοῖς τὸν πολέμιον, προέμενος δὲ νυκτὸς λαθόντα καὶ μεθʼ ἡμέραν βιασάμενον καὶ φθάσαντα μέλλοντος καὶ κρατή σαντα συλλαβόντος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi