Thesauros Edebiyat biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
5.2 ὅθεν ἀεὶ μετέωρος ἀπὸ τῆς ἵππου τῶν πολεμίων ἐν τόποις ὀρεινοῖς στρατοπεδεύων ἐπῃωρεῖτο, καθημένου μέν ἡσυχάζων, κινουμένου δὲ κατὰ τῶν ἄκρων κύκλῳ περιιὼν καὶ περιφαινόμενος ἐκ διαστήματος ὅσον ἀκοντὶ μὴ βιασθῆναι μάχεσθαι καὶ φόβον ὡς μαχησόμενος τοῖς πολεμίοις ἀπὸ τῆς μελλήσεως αὐτῆς παρέχειν. οὕτω δὲ παράγων τὸν χρόνον ὑπὸ πάντων κατεφρονεῖτο, καὶ κακῶς μέν ἤκουεν ἐν τῷ στρατοπέδῳ, κομιδῇ δὲ τοῖς πολεμίοις ἄτολμος ἐδόκει καὶ τὸ μηδὲν εἶναι πλὴν ἑνὸς ἀνδρὸς Ἀννίβου.
5.3 μόνος δʼ ἐκεῖνος αὐτοῦ τὴν δεινότητα, καὶ τὸν τρόπον ᾧ πολεμεῖν ἐγνώκει, συνιδών, καὶ διανοηθεὶς ὡς πάσῃ τέχνῃ καὶ βίᾳ κινητέος ἐστὶν εἰς μάχην ὁ ἀνὴρ ἢ διαπέπρακται τὰ Καρχηδονίων, οἷς μέν εἰσι κρείττους ὅπλοις χρήσασθαι μὴ δυναμένων, οἷς δὲ λείπονται σώμασι καὶ χρήμασιν ἐλαττουμένων καὶ δαπανωμένων εἰς τὸ μηδέν, ἐπὶ πᾶσαν ἰδέαν στρατηγικῶν σοφισμάτων καὶ παλαις μάτων τ ρεπόμενος, καὶ πειρώμενος ὥσπερ δεινὸς ἀθλητὴς λαβὴν ζητῶν, προσέβαλλε καὶ διετάραττε καὶ μετῆγε πολλαχόσε τὸν Φάβιον, ἐκστῆσαι τῶν ὑπὲρ τῆς ἀσφαλείας λογισμῶν βουλόμενος.
5.4 τῷ δʼ ἡ μέν γνώμη Τῷ δ’ ἡ μὲν γνώμη with Bekker: Τῷ δὲ ἡ γνώμη. πίστιν ἔχουσα τοῦ συμφέροντος ἐν ἑαυτῇ βέβαιος εἱστήκει καὶ ἀμετάπτωτος· ἠνώχλει δʼ αὐτὸν ὁ ἵππαρχος Μινούκιος φιλομαχῶν ἀκαίρως καὶ θρασυνόμενος καὶ δημαγωγῶν τὸ στράτευμα μανικῆς φορᾶς καὶ κενῶν ἐλπίδων ὑπʼ αὐτοῦ πεπληρωμένον οἳ τὸν μέν Φάβιον σκώπτοντες καὶ καταφρονοῦντες Ἀννίβου παιδαγωγὸν ἀπεκάλουν, τὸν δὲ Μινούκιον μέγαν ἄνδρα καὶ τῆς Ῥώμης ἄξιον ἡγοῦντο στρατηγόν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi