26.2
καὶ μόνοις αὐτὸν ἐψηφίσαντο χρῆσθαι τοῖς ἐν Σικελίᾳ, στρατεύμασι καὶ τῶν ἐν Ἰβηρίᾳ γεγονότων μετʼ αὐτοῦ τριακοσίους ἄγειν, οἷς ἐχρῆτο πιστοῖς. ταῦτα μὲνοὖν ἐδόκει πολιτεύεσθαι πρὸς τὴν ἑαυτοῦ φύσιν ὁ Φάβιος. ἐπεὶ δὲ Σκηπίωνος εἰς Λιβύην διαβάντος εὐθὺς ἔργα θαυμαστὰ καὶ πράξεις ὑπερήφανοι τὸ μέγεθος καὶ τὸ κάλλος εἰς Ῥώμην ἀπηγγέλλοντο, καὶ μαρτυροῦντα ταῖς φήμαις εἵπετο λάφυρα πολλὰ,
26.3
καὶ βασιλεὺς ὁ Νομάδων αἰχμάλωτος, καὶ δύο στρατοπέδων ὑφʼ ἕνα καιρὸν ἐμπρήσεις καὶ φθορά πολλῶν μὲν ἀνθρώπων, πολλῶν δʼ ὅπλων καὶ ἵππων ἐν αὐτοῖς συγκατακεκαυμένων, καὶ πρεσβεῖαι πρὸς Ἀννίβαν ἐπέμποντο παρὰ Καρχηδονίων καλούντων καὶ δεομένων ἐάσαντα τὰς ἀτελεῖς ἐκείνας ἐλπίδας οἴκαδε βοηθεῖν,
26.4
ἐν δὲ Ῥώμῃ πάντων ἐχόντων τὸν Σκηπίωνα διὰ στόματος ἐπὶ τοῖς κατορθώμασι, Φάβιος ἠξίου πέμπεσθαι Σκηπίωνι διάδοχον, ἄλλην μὲν οὐκ ἔχων πρόφασιν, εἰπὼν δὲ τὸ μνημονευόμενον, ὡς ἐπισφαλές ἐστι πιστεύειν ἀνδρὸς ἑνὸς τύχῃ τηλικαῦτα πράγματα, χαλεπὸν γὰρ ἀεὶ εὐτυχεῖν τὸν αὐτόν, οὕτω προσέκρουσεν ἤδη πολλοῖς, ὡς δύσκολος ἀνὴρ καὶ βάσκανος ἢ πάμπαν ὑπὸ γήρως ἄτολμος γεγονὼς καὶ δύσελπις, περαιτέρω τε τοῦ μετρίου κατατεθαμβημένος τὸν Ἀννίβαν.