Thesauros Edebiyat biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
25.1 ἐπεὶ δὲ Σκηπίων Κορνήλιος εἰς Ἰβηρίαν πεμφθεὶς Καρχηδονίους μὲν ἐξήλασε μάχαις πολλαῖς κρατήσας, ἔθνη δὲ πάμπολλα καὶ πόλεις μεγάλας καὶ πράγματα λαμπρὰ Ῥωμαίοις κτησάμενος εὔνοιαν εἶχε καὶ δόξαν ἐπανελθὼν ὅσην ἄλλος οὐδείς, ὕπατος δὲ κατασταθεὶς καὶ τὸν δῆμον αἰσθόμενος μεγάλην ἀπαιτοῦντα καὶ προσδεχόμενον πρᾶξιν αὐτοῦ, αὐτοῦ Bekker corrects to παρ’ αὐτοῦ.
25.2 τὸ μὲν αὐτόθι συμπλέκεσθαι πρὸς Ἀννίβαν ἀρχαῖον ἡγεῖτο λίαν καὶ πρεσβυτικόν, αὐτὴν δὲ Καρχηδόνα καὶ Λιβύην εὐθὺς ἐμπλήσας ὅπλων καὶ στρατευμάτων διενοεῖτο πορθεῖν καὶ τὸν πόλεμον ἐκ τῆς Ἰταλίας ἐκεῖ μεθιστάναι, καὶ πρὸς τοῦτο παντὶ τῷ θυμῷ συνεξώρμα τὸν δῆμον, ἐνταῦθα δὴ Φάβιος ἐπὶ πᾶν δέους ἄγων τὴν πόλιν, ὡς ὑπʼ ἀνδρὸς ἀνοήτου καὶ νέου φερομένην εἰς τὸν ἔσχατον καὶ μέγιστον κίνδυνον,
25.3 οὔτε λόγου φειδόμενος οὔτʼ ἔργου δοκοῦντος ἀποτρέψειν τοὺς πολίτας τὴν μὲν βουλὴν ἔπεισε, τῷ δὲ δήμῳ διὰ φθόνον ἐδόκει τοῦ Σκηπίωνος εὐημεροῦντος ἐπιλαμβάνεσθαι καὶ δεδιέναι, μή τι μέγα καὶ λαμπρὸν ἐξεργασαμένου καὶ τὸν πόλεμον ἢ παντάπασιν ἀνελόντος ἢ τῆς Ἰταλίας ἐκβαλόντος αὐτὸς ἀργὸς φανῇ καὶ μαλακός ἐν τοσούτῳ χρόνῳ μὴ μὴ supplied by Sintenis2 and Bekker. διαπεπολεμηκώς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi