19.3
Φάβιος δὲ τῶν πρώτων ἐχόμενος λογισμῶν ἐκείνων ἤλπιζε μηδενὸς μαχομένου μηδʼ ἐρεθίζοντος τὸν Ἀννίβαν αὐτὸν ἐπηρεάσειν ἑαυτῷ καὶ κατατριβήσεσθαι περὶ τὸν πόλεμον, ὥσπερ ἀθλητικοῦ σώματος τῆς δυνάμεως ὑπερτόνου γενομένης καὶ καταπόνου, ταχύτατα τὴν ἀκμὴν ἀποβαλόντα. διὸ τοῦτον μὲν ὁ Ποσειδώνιός φησι θυρεόν, τὸν δὲ Μάρκελλον ξίφος ὑπὸ τῶν Ῥωμαίων καλεῖσθαι, κιρναμένην δὲ τὴν Φαβίου βεβαιότητα καὶ ἀσφάλειαν τῇ Μαρκέλλου συνηθείᾳ συνηθείᾳ (vehemence), the suggestion of Coraës, based on Amyot. γενέσθαι τοῖς Ῥωμαίοις.
19.4
ὁ δʼ Ἀννίβας τῷ μὲν ὡς ῥέοντι σφόδρα ποταμῷ πολλάκις ἀπαντῶν ἐσείετο καὶ παρερρήγνυτο τὴν δύναμιν, ὑφʼ οὗ δὲ καὶ κατὰ μικρὸν ὑπορρέοντος ἀψοφητὶ καὶ παρεμπίπτοντος ἐνδελεχῶς ὑπερειπόμενος καὶ δαπανώμενος ἐλάνθανε· καὶ τελευτῶν εἰς ἀπορίαν κατέστη τοσαύτην ὥστε Μαρκέλλῳ μὲν ἀποκαμεῖν μαχόμενον, Φάβιον δὲ φοβεῖσθαι μὴ μαχόμενον.
19.5
τὸ γὰρ πλεῖστον, ὡς εἰπεῖν, τοῦ χρόνου τούτοις διεπολέμησεν ἢ στρατηγοῖς ἢ ἀνθυπάτοις ἢ ὑπάτοις ἀποδεδειγμένοις· ἑκάτερος γὰρ αὐτῶν πεντάκις ὑπάτευσεν. ἀλλὰ Μάρκελλον μὲν ὑπατεύοντα τὸ πέμπτον ἐνέδρᾳ περιβαλὼν ἔκτεινε, Φαβίῳ δὲ πᾶσαν ἀπάτην καὶ διάπειραν ἐπάγων πολλάκις οὐδὲν ἐπέραινε, πλὴν ἅπαξ ὀλίγου παρακρουσάμενος ἔσφηλε τὸν ἄνδρα.