18.3
ὅσα μέντοι πρὸς ἱλασμοὺς θεῶν ἢ τεράτων ἀποτροπὰς συνηγόρευον οἱ μάντεις ἐπράττετο. καὶ γὰρ εἰς Δελφοὺς ἐπέμφθη θεοπρόπος Πίκτωρ, συγγενὴς Φαβίου, καὶ τῶν Ἑστιάδων παρθένων δύο διεφθαρμένας εὑρόντες, τὴν μὲν, ὥσπερ ἐστὶν ἔθος, ζῶσαν κατώρυξαν, ἡ δʼ ὑφʼ ἑαυτῆς ἀπέθανε.
18.4
μάλιστα δʼ ἄν τις ἀγάσαιτο τὸ φρόνημα καὶ τὴν πρᾳότητα τῆς πόλεως, ὅτε τοῦ ὑπάτου Βάρρωνος ἀπὸ τῆς φυγῆς ἐπανιόντος, ὡς ἄν τις αἴσχιστα καὶ δυσποτμότατα πεπραχὼς ἐπανίοι, ταπεινοῦ καὶ κατηφοῦς, ἀπήντησεν αὐτῷ περὶ τάς πύλας ἥ τε βουλὴ καὶ τὸ πλῆθος ἅπαν ἀσπαζόμενοι.
18.5
οἱ δʼ ἐν τέλει καὶ πρῶτοι τῆς γερουσίας, ὧν καὶ Φάβιος ἦν, ἡσυχίας γενομένης ἐπῄνεσαν, ὅτι τὴν πόλιν οὐκ ἀπέγνω μετὰ δυστυχίαν τηλικαύτην, ἀλλὰ πάρεστιν ἄρξων ἐπὶ τὰ πράγματα καὶ χρησόμενος τοῖς νόμοις καὶ τοῖς πολίταις ὡς σῴζεσθαι δυναμένοις.
19.1
ἐπεὶ δʼ Ἀννίβανἐπύθοντο μετὰ τὴν μάχην ἀποτετράφθαι πρὸς τὴν ἄλλην Ἰταλίαν, ἀναθαρρήσαντες ἐξέπεμπον ἡγεμόνας καὶ στρατεύματα, τούτων δʼ ἐπιφανέστατοι Φάβιός τε Μάξιμος καὶ Κλαύδιος Μάρκελλος ἦσαν, ἀπὸ τῆς ἐναντίας σχεδὸν προαιρέσεως θαυμαζόμενοι παραπλησίως.
19.2
ὁ μὲν γὰρ, ὥσπερ ἐν τοῖς περὶ αὐτοῦ γεγραμμένοις εἴρηται, περιλαμπὲς τὸ δραστήριον ἔχων καὶ γαῦρον, ἅτε δὴ καὶ κατὰ χεῖρα πλήκτης ἀνὴρ καὶ φύσει τοιοῦτος ὢν οἵους Ὅμηρος μάλιστα καλεῖ φιλοπτολέμους καὶ ἀγερώχους ἐν τῷ παραβόλῳ καὶ ἰταμῷ καὶ πρὸς ἄνδρα τολμηρὸν τὸν Ἀννίβαν ἀντιτολμῶντι τρόπῳ πολέμου συνίστατο τοὺς πρώτους ἀγῶνας·