Thesauros Edebiyat biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
7.1 τῷ δὲ Φαβίῳ συνέβη μὲν ἔτι νυκτὸς αἰσθέσθαι τὸν δόλον φεύγουσαι γὰρ ἔνιαι τῶν βοῶν σποράδες ἧκον αὐτῶν εἰς χεῖρας, ἐνέδρας δὲ δεδιὼς σκοταίους ἀτρέμα τὴν δύναμιν ἐν τοῖς ὅπλοις εἶχεν. ὡς δʼ ἦν ἡμέρα, διώκων ἐξήπτετο τῶν ἐσχάτων, καὶ συμπλοκαὶ περὶ τὰς δυσχωρίας ἐγίνοντο καὶ θόρυβος ἦν πολύς, ἕως παρʼ Ἀννίβου τῶν ὀρειβατεῖν δεινῶν Ἰβήρων ἄνδρες ἐλαφροὶ καὶ ποδώκεις πεμφθέντες ἀπὸ τοῦ στόματος εἰς βαρεῖς ὁπλίτας τοὺς Ῥωμαίους ἐνέβαλον, καὶ διαφθείραντες οὐκ ὀλίγους ἀπέστρεψαν τὸν Φάβιον.
7.2 τότε δὴ μάλιστα κακῶς ἀκοῦσαι καὶ καταφρονηθῆναι συνέβη τὸν Φάβιον. τῆς γὰρ ἐν τοῖς ὅπλοις τόλμης ὑφιέμενος, ὡς γνώμῃ καὶ προνοίᾳ καταπολεμήσων τὸν Ἀννίβαν, αὐτὸς ἡττημένος τούτοις καὶ κατεστρατηγημένος ἐφαίνετο. βουλόμενος δὲ μᾶλλον ἐκκαῦσαι τὴν πρὸς αὐτὸν ὀργὴν τῶν Ῥωμαίων ὁ Ἀννίβας, ὡς ἦλθεν ἐπὶ τοὺς ἀγροὺς αὐτοῦ, τὰ μὲν ἄλλα πάντα καίειν καὶ διαφθείρειν ἐκέλευσεν, ἐκείνων δʼ ἀπεῖπεν ἅπτεσθαι μόνων, καὶ παρακατέστησε φυλακὴν οὐδὲν ἐῶσαν ἀδικεῖν οὐδὲ λαμβάνειν ἐκεῖθεν.
7.3 ταῦτα προσδιέβαλε τὸν Φάβιον εἰς Ῥώμην ἀγγελθέντα· καὶ πολλὰ μὲν αὐτοῦ πρὸς τὸν ὄχλον οἱ δήμαρχοι κατεβόων, ἐπάγοντος μάλιστα Μετιλίου καὶ παροξύνοντος, οὐ κατὰ τὴν πρὸς Φάβιον ἔχθραν, ἀλλʼ οἰκεῖος ὢν Μινουκίου τοῦ ἱππάρχου τιμὴν ᾤετο καὶ δόξαν ἐκείνῳ φέρειν τὰς τούτου διαβολάς· ἐγεγόνει δὲ καὶ τῇ βουλῇ διʼ ὀργῆς οὐχ ἥκιστα μεμφομένῃ τὰς περὶ τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ὁμολογίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi