Thesauros Edebiyat biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
6.5 αἱ δὲ βόες, ἄχρι μὲν τὸ πῦρ ὀλίγον ἦν καὶ περιέκαιε τὴν ὕλην, ἀτρέμα προσεχώρουν ἐλαυνόμεναι πρὸς τὴν ὑπώρειαν, καὶ θαῦμα τοῖς καθορῶσι νομεῦσιν ἀπὸ τῶν ἄκρων καὶ βουκόλοις ἦσαν αἱ φλόγες ἄκροις ἐπιλάμπουσαι τοῖς κέρασιν, ὡς στρατοπέδου καθʼ ἕνα κόσμον ὑπὸ λαμπάδων πολλῶν βαδίζοντος.
6.6 ἐπεὶ δὲ πυρούμενον τὸ κέρας ἄχρι ῥίζης διέδωκε τῇ σαρκὶ τὴν αἴσθησιν, καὶ πρὸς τὸν πόνον διαφέρουσαι καὶ τινάσσουσαι τὰς κεφαλὰς ἀνεπίμπλαντο πολλῆς ἀπʼ ἀλλήλων φλογός, οὐκ ἐνέμειναν τῇ τάξει τῆς πορείας, ἀλλʼ ἔκφοβοι καὶ περιαλγεῖς οὖσαι δρόμῳ κατὰ τῶν ὀρῶν ἐφέροντο, λαμπόμεναι μὲν οὐρὰς ἄκρας καὶ μέτωπα, πολλὴν δὲ τῆς ὕλης, διʼ ἧς ἔφευγον, ἀνάπτουσαι.
6.7 δεινὸν οὖν ἧς θέαμα τοῖς παραφυλάττουσι τὰς ὑπερβολὰς Ῥωμαίοις· καὶ γὰρ αἱ φλόγες ἐῴκεσαν ὑπʼ ἀνθρώπων θεόντων διαφερομέναις λαμπάσι, καὶ θόρυβος ἧς ἐν αὐτοῖς πολὺς καὶ φόβος, ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων, διὸ μένειν οὐκ ἐτόλμων, ἀλλὰ πρὸς τὸ μεῖζον ἀνεχώρουν στρατόπεδον προέμενοι τὰ στενά. καὶ καὶ bracketed by Coraës and Bekker. κατὰ τοῦτο δὲ καιροῦ προσμίξαντες οἱ ψιλοὶ τοῦ Ἀννίβου τὰς ὑπερβολὰς κατέσχον, ἡ δʼ ἄλλη δύναμις ἤδη προσέβαινεν ἀδεῶς πολλὴν καὶ βαρεῖαν ἐφελκομένη λείαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi