Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
39.2 καὶ τῶν πραγμάτων διʼ ἀναρχίας φερομένων ἐς μείζονας ταραχάς ἀποδείκνυται δικτάτωρ ὁ Κάμιλλος ὑπὸ τῆς βουλῆς ἄκοντι τῷ δήμῳ τὸ τέταρτον, οὐδʼ αὐτὸς ὢν πρόθυμος οὐδὲ βουλόμενος ἐναντιοῦσθαι πρὸς ἀνθρώπους παρρησίαν ἔχοντας ἀπὸ πολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν, ὡς πλείονα μετʼ αὐτῶνμετ’ αὐτῶν διαπεπραγμένος edd., including Sintenis, and S; ἐν στρατηγίαις μετ’ αὐτῶν with C. διαπεπραγμένος ἐν στρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πολιτείαις, καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπʼ αὐτῶν, ὅπως ἢ καταλύσειε τὸν δῆμον ἰσχύσας ἢ καταλυθείη μὴ κρατήσας.
39.3 οὐ μὴν ἀλλὰ πειρώμενος ἀμύνειν τοῖς παροῦσι, τὴν ἡμέραν γνοὺς, ἐν ᾗ νομοθετεῖν οἱ δήμαρχοι διενοοῦντο, προέγραψε στρατιᾶς κατάλογον καὶ μετεκάλει τὸν δῆμον ἐκ τῆς ἀγορᾶς εἰς τὸ πεδίον μεγάλας ζημίας ἀπειλῶν κατὰ τοῦ μὴ ὑπακούσαντος.
39.4 τῶν δὲ δημάρχων ἐκεῖθεν αὖ πάλιν ἀντανισταμένων ταῖς ἀπειλαῖς καὶ διομνυμένων πέντε μυριάσιν ἀργυρίου ζημιώσειν, εἰ μὴ παύσαιτο τοῦ δήμου τὸν νόμον ἀφαιρούμενοις καὶ τὴν ψῆφον, εἴτε δείσας φυγὴν ἑτέραν καὶ καταδίκην, ὡς ἀνδρὶ πρεσβύτῃ καὶ κατειργασμένῳ μεγάλα μὴ πρέπουσαν, εἴτε τοῦ δήμου τὴν βίαν ἄμαχον οὖσαν καὶ δυσνίκητον ὑπερβαλέσθαι μὴ δυνάμενος μηδὲ βουλόμενος, τότε μὲν ὑπεχώρησεν οἴκαδε· ταῖς δʼ ἑξῆς ἡμέραις σκηψάμενος ἀρρωστεῖν ἐξωμόσατο τὴν ἀρχήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi