Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
32.2 γενομένης δὲ σιωπῆς καὶ τοῦ Λουκρητίου μέλλοντος ἐνάρχεσθαι, κατὰ τύχην ἔξωθεν ἑκατοντάρχης ἄγων τάγμα φυλακῆς ἡμερινῆς παρεπορεύετο, καὶ τὸν φέροντα πρῶτον τὸ σημεῖον μεγάλῃ φωνῇ προσαγορεύσας ἐκέλευσεν αὐτοῦ μένειν καὶ τὸ σημεῖον τίθεσθαι· κάλλιστα γὰρ ἐνταῦθα καθεδεῖσθαι καὶ μενεῖν. ἅμα δὲ τῷ καιρῷ καὶ τῇ περὶ τοῦ μέλλοντος ἐννοίᾳ, καὶ ἀδηλότητι τῆς φωνῆς γενομένης, ὅ τε Λουκρήτιος ἔφη προσκυνήσας τῷ θεῷ προστίθεσθαι τὴν ἑαυτοῦ γνώμην καὶ τῶν ἄλλων ἕκαστος ἐπηκολούθησε.
32.3 θαυμαστὴ δὲ καὶ τὸ πλῆθος ἔσχε μεταβολὴ τῆς ὁρμῆς, ἀλλήλους παρακαλούντων καὶ προτρεπομένωνπροτρεπομένων with S: τρεπομένων. πρὸς τὸ ἔργον, οὐκ ἐκ διανομῆς τινος ἢ τάξεως, ἀλλʼ ὡς ἕκαστος ἑτοιμότητος ἢ βουλήσεως εἶχε τῶν χωρίων καταλαμβανομένων. διὸ καὶ τεταραγμένην τοῖς στενωποῖς καὶ συμπεφυρμένην ταῖς οἰκήσεσιν ἀνήγαγον τὴν πόλιν ὑπὸ σπουδῆς καὶ τάχους, ἐντὸς γὰρ ἐνιαυτοῦ λέγεται καὶ τοῖς τείχεσι καινὴ καὶ ταῖς ἰδιωτικαῖς οἰκοδομαῖς ἀναστῆναι πάλιν.
32.4 οἱ δὲ τοὺς ἱεροὺς τόπους ἀναλαβεῖν καὶ ὁρίσαι ταχθέντες ὑπὸ τοῦ Καμίλλου, συγκεχυμένων ἁπάντων, ὡς ἧκον ἐπὶ τὴν καλιάδα τοῦ Ἄρεως περιοδεύοντες τὸ Παλάτιον, αὐτὴν μὲν, ὡς τὰ ἄλλα, διεφθαρμένην καὶ κατακεκαυμένην εὗρον ὑπὸ τῶν βαρβάρων, σκευωρούμενοι δὲ καὶ καθαίροντες τὸ χωρίον ἐντυγχάνουσι τῷ μαντικῷ ξύλῳ τοῦ Ῥωμύλου κατὰ τέφρας πολλῆς καὶ βαθείας καταδεδυκότι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi