Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
31.3 ἐκ τούτου φοβηθεῖσα τὸν θόρυβον ἡ βουλὴ τὸν μὲν Κάμιλλον οὐκ εἴασε βουλόμενον ἀποθέσθαι τὴν ἀρχὴν ἐντὸς ἐνιαυτοῦ καίπερ ἓξ μῆνας οὐδενὸς ὑπερβαλόντος ἑτέρου δικτάτορος, αὐτὴ δὲ παρεμυθεῖτο καί κατεπράυνε πείθουσα καί δεξιουμένη τὸν δῆμον, ἐπιδεικνυμένη μὲν ἠρία καί τάφους πατέρων, ὑπομιμνῄσκουσα δὲ χωρίων ἱερῶν καί τόπων ἁγίων, οὓς Ῥωμύλος ἢ Νομᾶς ἤ τις ἄλλος αὐτοῖς τῶν βασιλέων ἐπιθειάσας παρέδωκεν.
31.4 ἐν πρώτοις δὲ τῶν θείων τήν τε νεοσφαγῆ κεφαλὴν προὔφερον ἐν τῇ θεμελιώσει τοῦ Καπιτωλίου φανεῖσαν, ὡς τῷ τόπῳ πεπρωμένον ἐκείνῳ τῆς Ἰταλίας κεφαλῇ γενέσθαι, καί τὸ τῆς Ἑστίας πῦρ, ὃ μετὰ τὸν πόλεμον ὑπὸ τῶν παρθένων ἀναπτόμενον αὖθις ἀφανίζειν καί σβεννύναι τοὺς προλιπόντας τήν πόλιν, ὄνειδος αὐτοῖς ἐσόμενον, ἄν τε ὑπʼ ἄλλων οἰκουμένην ὁρῶσιν ἐπηλύδων καί ξένων ἄν τʼ ἔρημον οὖσαν καί μηλόβοτον.
31.5 τοιαῦτα καί πρὸς ἕκαστον ἰδίᾳ καί κοινῇ πολλάκις ἐν τῷ δήμῳ σχετλιάζοντες ἐπεκλῶντο πάλιν ὑπὸ τῶν πολλῶν τήν παροῦσαν ὀλοφυρομένων ἀμηχανίαν, καί δεομένων μὴ σφᾶς ὥσπερ ἐκ ναυαγίου γυμνοὺς καί ἀπόρους σωθέντας προσβιάζεσθαι τὰ λείψανα τῆς διεφθαρμένης συμπηγνύναι πόλεως, ἑτέρας ἑτοίμης παρούσης.
32.1 ἔδοξεν οὖν βουλὴν προθεῖναι τῷ Καμίλλῳ· καὶ πολλὰ μὲν αὐτὸς διεξῆλθε παρακαλῶν ὑπὲρ τῆς πατρίδος, πολλὰ δὲ καὶ τῶν ἄλλων ὁ βουλόμενος τέλος δὲ τὸν πρῶτον εἰωθότα λέγειν γνώμην Λεύκιον Λουκρήτιον ἀναστήσας ἐκέλευσεν ἀποφήνασθαι πρῶτον, εἶτα τοὺς ἄλλους ἐφεξῆς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi