22.6
ἐκ δὲ τούτου καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες, καὶ τῶν ἄλλων ὅσοις ἐπιτύχοιεν διεχρῶντο, καὶ τάς οἰκίας ἐπόρθουν ἐφʼ ἡμέρας πολλὰς ἄγοντες καὶ φέροντες, εἶτα κατεπίμπρασαν καὶ κατέσκαπτον ὀργιζόμενοι τοῖς ἔχουσι τὸ Καπιτώλιον, ὅτι καλούντων αὐτῶν οὐχ ὑπήκουον, ἀλλὰ καὶ προσβάλλουσι πληγὰς ἔδοσαν ἀπὸ τοῦ διατειχίσματος ἀμυνόμενοι, διὰ ταῦτα μὲν οὖν ἐλυμήναντο τὴν πόλιν καὶ προσδιέφθειραν τοὺς ἁλισκομένους, ὁμοίως μὲν ἄνδρας καὶ γυναῖκας, ὁμοίως δὲ πρεσβύτας καὶ παῖδας.
23.1
τῆς δὲ πολιορκίας μῆκος λαμβανούσης ἐπισιτισμοῦ τοῖς Γαλάταις ἔδει· καὶ διελόντες ἑαυτοὺς οἱ μὲν τῷ βασιλεῖ παραμένοντες ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν περιιόντες ἐλεηλάτουν καὶ τὰς κώμας ἐπόρθουν προσπίπτοντες, οὐχ ὁμοῦ πάντες, ἄλλοι δʼ ἄλλῃ καθʼ ἡγεμονίας καὶ συντάγματα, τῷ μέγα φρονεῖν ὑπὸ τῶν εὐτυχημάτων καὶ δεδιέναι μηδὲν ἀποσκιδνάμενοι.
23.2
τὸ δὲ πλεῖστον αὐτῶν καὶ μάλιστα συντεταγμένον ἐχώρει πρὸς τὴν Ἀρδεατῶν πόλιν, ἐν ᾗ διέτριβε Κάμιλλος ἀργῶν ταῖς πράξεσι μετὰ τὴν φυγὴν καὶ ἰδιωτεύων, ἐλπίδας δὲ λαμβάνων καὶ διαλογισμοὺς οὐχὶ τὸ λαθεῖν καὶ διαφυγεῖν τοὺς πολεμίους ἀγαπῶντος ἀνδρός, ἀλλʼ ὅπως, εἰ παραγένοιτο καιρὸς, ἀμυνεῖται σκοποῦντος.
23.3
διὸ καὶ τοὺς Ἀρδεάτας ὁρῶν πλήθει μὲν ἱκανοὺς ὄντας, ἐνδεεῖς δὲ τόλμης διʼ ἀπειρίαν καὶ μαλακίαν τῶν στρατηγῶν, ἐνέβαλε λόγον εἰς τοὺς νέους πρῶτον, ὡς οὐ χρὴ τὴν Ῥωμαίων ἀτυχίαν ἀνδρείαν Κελτῶν νομίζειν, οὐδʼ ἃ κακῶς φρονήσασι συνέβη παθεῖν ἐκείνοις ἔργα τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων, ἀλλὰ τύχης ἐπίδειξιν ἡγεῖσθαι.