Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
18.7 καὶ τὸ μὲν ἀριστερὸν κέρας εὐθὺς ἐμβαλόντες εἰς τὸν ποταμὸν οἱ Κελτοὶ διέφθειραν τὸ δὲ δεξιὸν ὑπεκκλῖναν τήν ἐπιφορὰν ἐκ τοῦ πεδίου πρὸς τοὺς λόφους ἧττον ἐξεκόπη καὶ διεξέπεσον ἀπὸ τούτων εἰς τήν πόλιν οἱ πολλοί, τοῖς δʼ ἄλλοις, ὅσοι τῶν πολεμίων ἀπειπόντων πρὸς τὸν φόνον ἐσώθησαν, εἰς Οὐηΐους αἱ φυγαὶ διὰ νυκτὸς ἦσαν, ὡς τῆς Ῥώμης οἰχομένης καὶ τῶν ἐκεῖ πάντων ἀπολωλότων.
19.1 ἐγένετο δʼ ἡ μάχη μετὰ τροπὰς θερινὰς περὶ τήν πανσέληνον, ᾗ καὶ πρότερον ἡμέρᾳ μέγα πάθος συνέβη τὸ περὶ τοὺς Φαβίους· τριακόσιοι γὰρ ἐκ τοῦ γένους ἄνδρες ὑπὸ Τυρρηνῶν ἀνῃρέθησαν. ἐκράτησε δὲ τήν ἡμέραν ἀπὸ τῆς δευτέρας ἥττης Ἀλιάδα μέχρι νῦν καλεῖσθαι διὰ τὸν ποταμόν. περὶ δʼ ἡμερῶν ἀποφράδων εἴτε χρὴ τίθεσθαί τινας, εἴτε ὀρθῶς Ἡράκλειτος ἐπέπληξεν Ἡσιόδῳ τὰς μὲν ἀγαθὰς ποιουμένῳ, τὰς δὲ φαύλας, ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι διηπόρηται.
19.2 τῇ δʼ ὑποκειμένῃ γραφῇ τὸ μνημονεῦσαι παραδειγμάτων ὀλίγων ἴσως ἂν ἁρμόσειε. τοῦτο μὲν τοίνυν Βοιωτοῖς Ἱπποδρομίου μηνός, ὡς δʼ Ἀθηναῖοι καλοῦσιν Ἑκατομβαιῶνος, ἱσταμένου πέμπτῃ δύο λαβεῖν συνέβη νίκας ἐπιφανεστάτας, αἷς τοὺς Ἕλληνας ἠλευθέρωσαν, τήν τε περὶ Λεῦκτρα καὶ τήν ἐπὶ Κερησσῷ ταύτης πρότερον ἔτεσι πλείοσιν ἢ διακοσίοις, ὅτε Λατταμύαν καὶ Θεσσαλοὺς ἐνίκησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi