Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
7.5 εὔξατο μὲν γὰρ ἐπὶ τοὺς Οὐηΐους, ὡς ἔοικε, βαδίζων, εἰ τήν πόλιν ἕλοι, τῷ θεῷ τούτων τήν δεκάτην καθιερώσειν, ἁλούσης δὲ τῆς πόλεως καὶ διαρπασθείσης, εἴτʼ ὀκνήσας ἐνοχλῆσαι τοῖς πολίταις, εἴτε λήθη τις αὐτὸν ὑπὸ τῶν παρόντων πραγμάτων ἔλαβε τῆς εὐχῆς, περιεῖδεν ὠφεληθέντας. ὕστερον δὲ χρόνῳ τῆς ἀρχῆς ἐκείνης ἤδη πεπαυμένος ἀνήνεγκε περὶ τούτων εἰςεἰς Bekker and Sintenis1, with most MSS.: πρὸς. τήν σύγκλητον, οἵ τε μάντεις ἤγγελλον ἐπὶ τοῖς ἱεροῖς προφαίνεσθαι θεῶν μῆνιν ἱλασμοῦ καὶ χαριστηρίων δεομένην.
8.1 ψηφισαμένης δὲ τῆς βουλῆς τὴν μὲν ὠφέλειαν χαλεπὸν γὰρ ἦν ἀνάδαστον μὴ γενέσθαι, τοὺς δὲ λαβόντας αὐτοὺς σὺν ὅρκῳ τὴν δεκάτην παραφέρειν εἰς μέσον, ἐγίνετο πολλὰ λυπηρὰ καὶ βίαια περὶ τοὺς στρατιώτας, ἀνθρώπους πένητας καὶ πολλὰ πεπονηκότας, ἀναγκαζομένους ὧν ἐκέκτηντο καὶ κατεκέχρηντο μέρος εἰσφέρειν τοσοῦτον.
8.2 θορυβουμένῳ δʼ ὑπʼ αὐτῶν τῷ Καμίλλῳ καὶ προφάσεως ἀποροῦντι βελτίονος εἰς τὸν ἀτοπώτατον τῶν λόγων συνέβαινε καταφεύγειν, ὁμολογοῦντι ἐπιλαθέσθαι τῆς εὐχῆς, οἱ δʼ ἐχαλέπαινον, εἰ τὰ τῶν πολεμίων δεκατεύσειν εὐξάμενος τότε νῦν δεκατεύει τὰ τῶν πολιτῶν, οὐ μὴν ἀλλὰ πάντων ὅσον ἔδει μέρος εἰσενεγκόντων ἔδοξε κρατῆρα χρυσοῦν κατασκευάσαντας εἰς Δελφοὺς ἀποστεῖλαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi