Thesauros Edebiyat biography Λυκούργου καὶ Νομᾶ σύγκρισις

Λυκούργου καὶ Νομᾶ σύγκρισις

Λυκούργου καὶ Νομᾶ σύγκρισις Plutarch
3.6 λέγεται γοῦν ποτε γυναικὸς εἰπούσης δίκην ἰδίαν ἐν ἀγορᾷ πέμψαι τὴν σύγκλητον εἰς θεοῦ, πυνθανομένην τίνος ἄρα τῇ πόλει σημεῖον εἴη τὸ γεγενημένον. καὶ τῆς ἄλλης εὐπειθείας καὶ πρᾳότητος αὐτῶν μέγα τεκμήριον ἡ μνήμη τῶν χειρόνων. ὡς γὰρ παρʼ ἡμῖν οἱ ἱστορικοὶ γράφουσι τοὺς πρώτους ἢ φόνον ἐμφύλιον ἐργασαμένους ἢ πολεμήσαντας ἀδελφοῖς ἢ πατρὸς αὐτόχειρας ἢ μητρὸς γενομένους,
3.7 οὕτω Ῥωμαῖοι μνημονεύουσιν ὅτι πρῶτος μὲν ἀπεπέμψατο γυναῖκα Σπόριος Καρβίλιος, μετὰ τὴν Ῥώμης κτίσιν ἔτεσι τριάκοντα καὶ διακοσίοις οὐδενὸς τοιούτου γεγονότος, πρώτη δὲ γυνὴ Πιναρίου Θαλαία τοὔνομα διηνέχθη πρὸς ἑκυρὰν αὑτῆς Γεγανίαν Ταρκυνίου Σουπέρβου βασιλεύοντος, οὕτω καλῶς καὶ κοσμίως τεταγμένα τὰ τῶν γάμων ἦν ὑπὸ τοῦ νομοθέτου.
4.1 τῇ δὲ ἄλλῃ τῶν παρθένων ἀγωγῇ καὶ τὰ περὶ τὰς ἐκδόσεις ὁμολογεῖ, τοῦ μὲν Λυκούργου πεπείρους καὶ ὀργώσας νυμφεύοντος, ὅπως ἥ τε ὁμιλία, δεομένης ἤδη τῆς φύσεως, χάριτος ᾖ καὶ φιλίας ἀρχὴ μᾶλλον ἢ μίσους καὶ φόβου παρὰ φύσιν βιαζομένων καὶ τὰ σώματα ῥώμην ἔχῃ πρός τὸ τὰς κυήσεις ἀναφέρειν καὶ τὰς ὠδῖνας, ὡς ἐπʼ οὐδέν ἄλλο γαμουμένων ἢ τὸ τῆς τεκνώσεως ἔργον, τῶν δὲ Ῥωμαίων δωδεκαετεῖς καὶ νεωτέρας ἐκδιδόντων οὕτω γὰρ ἂν μάλιστα καὶ τὸ σῶμα καὶ τὸ ἦθος καθαρὸν καὶ ἄθικτον ἐπὶ τῷ γαμοῦντι γίνεσθαι.
4.2 δῆλον οὖν ὅτι τὸ μὲν φυσικώτερον πρὸς τέκνωσιν, τὸ δὲ ἠθικώτερον πρός συμβίωσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi