Thesauros Edebiyat biography Λυκούργου καὶ Νομᾶ σύγκρισις

Λυκούργου καὶ Νομᾶ σύγκρισις

Λυκούργου καὶ Νομᾶ σύγκρισις Plutarch
2.6 ὁ δὲ τῆς γῆς ἀναδασμὸς οὔτε τὸν Λυκοῦργον, ἐμοὶ δοκεῖν, ποιεῖ ψεκτὸν γενόμενος οὔτε τὸν Νομᾶν μὴ γενόμενος, τῷ μὲν γὰρ ἕδραν καὶ κρηπῖδα τῆς πολιτείας ἡ ἰσότης αὕτη παρέσχε, τὸν δὲ προσφάτου τῆς κληρουχίας οὔσης οὐδὲν ἤπειγεν ἄλλον ἐμβαλεῖν ἀναδασμὸν οὐδὲ κινεῖν τὴν πρώτην νέμησιν, ὡς εἰκός ἐστι, κατὰ χώραν μένουσαν.
3.1 τῆς δὲ περὶ τοὺς γάμους καὶ τὰς τεκνώσεις κοινωνίας τὸ ἀζηλότυπον ὀρθῶς καὶ πολιτικῶς ἐμποιοῦντες ἀμφότεροι τοῖς ἀνδράσιν οὐ κατὰ πᾶν εἰς τοῦτο συνηνέχθησαν, ἀλλʼ ὁ Ῥωμαῖος μὲν ἀνὴρ ἱκανῶς ἔχων παιδοτροφίας, ὑφʼ ἑτέρου δὲ πεισθεὶς δεομένου τέκνων, ἐξίστατο τῆς γυναικός, ἐκδόσθαι καὶ μετεκδόσθαι κύριος ὑπάρχων, ὁ δὲ Λάκων, οἴκοι τῆς γυναικὸς οὔσης παρʼ αὐτῷ καὶ τοῦ γάμου μένοντος ἐπὶ τῶν ἐξ ἀρχῆς δικαίων, μετεδίδου τῷ πείσαντι τῆς κοινωνίας εἰς τέκνωσιν.
3.2 πολλοὶ δέ, ὥσπερ εἴρηται, καὶ παρακαλοῦντες εἰσῆγον ἐξ ὧν ἂν ἐδόκουν μάλιστα παῖδας εὐειδεῖς καὶ ἀγαθοὺς γενέσθαι, τίς οὖν ἡ διάκρισις τῶν ἐθισμῶν; ἢ ταῦτα μὲν ἰσχυρὰ καὶ ἄκρατος ἀπάθεια πρὸς γαμετὴν καὶ τὰ ταράττοντα καὶ κατακαίοντα ζηλοτυπίαις τοὺς πολλούς, ἐκεῖνα δὲ ὥσπερ αἰσχυνομένη ἀτυφία τίς, παρακάλυμμα τὴν ἐγγύην ἐφελκομένη καὶ τὸ δυσκαρτέρητον ἐξομολογουμένη τῆς κοινωνίας;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi