Thesauros Edebiyat biography Νομᾶς

Νομᾶς

Νομᾶς Plutarch
15.5 ἔνιοι δὲ οὐ τοὺς δαίμονάς φασὶν ὑποθέσθαι τὸν καθαρμόν, ἀλλʼ ἐκείνους μὲν καταγαγεῖν τὸν Δία μαγεύσαντας, τὸν δὲ θεὸν ὀργιζόμενον τῷ Νομᾷ προστάσσειν ὡς χρὴ γενέσθαι τὸν καθαρμὸν κεφαλαῖς· ὑπολαβόντος δὲ τοῦ Νομᾶ, κρομμύων; εἰπεῖν, ἀνθρώπων τὸν δὲ αὖθις ἐκτρέποντα τὸ τοῦ προστάγματος δεινὸν ἐπερέσθαι, θριξίν; ἀποκριναμένου δὲ τοῦ Διός, ἐμψύχοις, ἐπαγαγεῖν τὸν Νομᾶν, μαινίσι; ταῦτα λέγειν ὑπὸ τῆς Ἠγερίας δεδιδαγμένον.
15.6 καὶ τὸν μὲν θεὸν ἀπελθεῖν ἵλεω γενόμενον, τὸν δὲ τόπον Ἰλίκιον ἀπʼ ἐκείνου προσαγορευθῆναι καὶ τὸν καθαρμὸν οὕτω συντελεῖσθαι. ταῦτα μὲν οὖν τὰ μυθώδη καὶ γελοῖα τὴν τῶν τότε ἀνθρώπων ἐπιδείκνυται διάθεσιν πρὸς τὸ θεῖον, ἣν ὁ ἐθισμὸς αὐτοῖς ἐνεποίησεν. αὐτὸν δὲ τὸν Νομᾶν οὕτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν, ὥστε καὶ προσαγγελίας αὐτῷ ποτε γενομένης ὡς ἐπέρχονται πολέμιοι, μειδιᾶσαι καὶ εἰπεῖν· ἐγὼ δὲ θύω.
16.1 πρῶτον δέ φασι καὶ Πίστεως καὶ Τέρμονος ἱερὸν ἱδρύσασθαι. καὶ τὴν μὲν Πίστιν ὅρκον ἀποδεῖξαι Ῥωμαίοις μέγιστον, ᾧ χρώμενοι μέχρι νῦν διατελοῦσιν· ὁ δὲ Τέρμων ὅρος ἄν τις εἴη, καὶ θύουσιν αὐτῷ δημοσίᾳ καὶ ἰδίᾳ κατὰ τοὺς τῶν ἀγρῶν περιορισμούς, νῦν μὲν ἔμψυχα, τὸ παλαιὸν δὲ ἀναίμακτος ἦν ἡ θυσία, Νομᾶ φιλοσοφήσαντος ὡς χρὴ τὸν ὅριον θεὸν εἰρήνης φύλακα καὶ δικαιοσύνης μάρτυν ὄντα φόνου καθαρὸν εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi