14.2
ὡς γάρ φασι τοὺς Πυθαγορικοὺς οὐκ ἐᾶν ἐκ παρόδου προσκυνεῖν καὶ προσεύχεσθαι τοῖς θεοῖς, ἀλλʼ οἴκοθεν εὐθὺς ἐπὶ τοῦτο γνώμῃ παρεσκευασμένους βαδίζειν, οὕτως ᾤετο Νομᾶς χρῆναι τοὺς πολίτας μήτε ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν ἄγοντας ἀπὸ τῶν ἄλλωὶ καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν, ψόφων τε καὶ πατάγων καὶ στεναγμῶν, καὶ ὅσα τοιαῦτα τοῖς ἀναγκαίοις καὶ βαναύσοις πόνοις ἕπεται, καθαρὰς τὰς ὁδοὺς ταῖς ἱερουργίαις παρέχοντας, ὧν ἴχνος τι μέχρι νῦν διασώζοντες, ὅταν ἄρχων πρὸς ὄρνισιν ἢ θυσίαις διατρίβῃ, βοῶσιν Ὃκ ἄγε· σημαίνει δὲ ἡ φωνὴ τοῦτο πρᾶσσε, συνεπιστρέφουσα καὶ κατακοσμοῦσα τοὺς προστυγχάνοντας.
14.3
ἦν δὲ καὶ τῶν ἄλλων παραγγελμάτων αὐτοῦ πολλὰ τοῖς Πυθαγορικοῖς ἐοικότα. ὡς γὰρ ἐκεῖνοι παρῄνουν ἐπὶ χοίνικος μὴ καθῆσθαι, καὶ μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, καὶ βαδίζοντας εἰς ἀποδημίας μὴ μεταστρέφεσθαι, καὶ τοῖς μὲν οὐρανίοις περισσά, θύειν, ἄρτια δὲ τοῖς χθονίοις, ὧν ἑκάστου τὴν διάνοιαν ἀπεκρύπτοντο πρὸς τοὺς πολλούς, οὕτως ἔνια τῶν Νομᾶ πατρίων ἀπόρρητον ἔχει τὸν λόγον οἷον τὸ μὴ σπένδειν θεοῖς ἐξ ἀμπέλων ἀτμήτων μηδὲ θύειν ἄτερ ἀλφίτων καὶ τὸ προσκυνεῖν περιστρεφομένους καὶ τὸ καθῆσθαι προσκυνήσαντας.