Thesauros Edebiyat biography Λυκοῦργος

Λυκοῦργος

Λυκοῦργος Plutarch
15.10 αὑτοῖς. καὶ λόγος ἀπομνημονεύεται Γεράδα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὑτοῖς, εἶπεν· ὦ ξένε, οὐδεὶς γίνεται μοιχὸς παρʼ ἡμῖν. ἐκείνου δὲ ὑπολαβόντος, ἐὰν οὖν γένηται; ταῦρον, ἔφη ὁ Γεράδας, ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. θαυμάσαντος δ’ ἐκείνου καὶ φήσαντος· πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας ὁ Γεράδας, πῶς δ’ ἄν, ἔφη, ἐν Σπάρτῃ μοιχὸς γένοιτο; ταῦτα μὲν οὖν ἱστόρηται περὶ τῶν γάμων.
16.1 τὸ δὲ γεννηθὲν οὐκ ἦν κύριος ὁ γεννήσας τρέφειν, ἀλλʼ ἔφερε λαβὼν εἰς τόπον τινὰ λέσχην καλούμενον, ἐν ᾧ καθήμενοι τῶν φυλετῶν οἱ πρεσβύτατοι καταμαθόντες τὸ παιδάριον, εἰ μὲν εὐπαγὲς εἴη καὶ ῥωμαλέον, τρέφειν ἐκέλευον, κλῆρον αὐτῷ τῶν ἐνακισχιλίων προσνείμαντες εἰ δ’ ἀγεννὲς καὶ ἄμορφον, ἀπέπεμπον εἰς τὰς λεγομένας Ἀποθέτας, παρὰ Ταΰγετον βαραθρώδη τόπον,
16.2 ὡς οὔτε αὐτῷ ζῆν ἄμεινον ὂν ὂν supplied by van Herwerden: ἔμεινον οὔτε. οὔτε τῇ πόλει τὸ μὴ καλῶς εὐθὺς ἐξ ἀρχῆς πρὸς εὐεξίαν καὶ ῥώμην πεφυκός. ὅθεν οὐδὲ ὕδατι τὰ βρέφη, ἀλλʼ οἴνῳ περιέλουον αἱ γυναῖκες, βάσανόν τινα ποιούμεναι τῆς κράσεως αὐτῶν. λέγεται γὰρ ἐξίστασθαι τὰ ἐπιληπτικὰ καὶ νοσώδη πρὸς τὸν ἄκρατον ἀποσφακελίζοντα, τὰ δ’ ὑγιεινὰ μᾶλλον στομοῦσθαι καὶ κρατύνεσθαι τὴν ἕξιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi