Thesauros Edebiyat biography Ῥωμύλος

Ῥωμύλος

Ῥωμύλος Plutarch
28.4 ἔοικε μὲν οὖν ταῦτα τοῖς ὑφʼ Ἑλλήνων περί τʼ Ἀριστέου τοῦ Προικοννησίου καὶ Κλεομήδους τοῦ Ἀστυπαλαιέως μυθολογουμένοις. Ἀριστέαν μὲν γὰρ ἔν τινι κναφείῳ τελευτῆσαί φασι, καὶ τὸ σῶμα μετιόντων αὐτοῦ τῶν φίλων ἀφανὲς οἴχεσθαι· λέγειν δέ τινας εὐθὺς ἐξ ἀποδημίας ἥκοντας ἐντυχεῖν Ἀριστέᾳ τὴν ἐπὶ Κρότωνος πορευομένῳ. Κλεομήδη δὲ ῥώμῃ καὶ μεγέθει σώματος ὑπερφυᾶ γενόμενον, ἔμπληκτόν τε τῷ τρόπῳ καὶ μανικὸν ὄντα, πολλὰ δρᾶν βίαια, καὶ τέλος ἔν τινι διδασκαλείῳ παίδων τὸν ὑπερείδοντα τὴν ὀροφὴν κίονα πατάξαντα τῇ χειρὶ κλάσαι μέσον καὶ τὴν στέγην καταβαλεῖν.
28.5 ἀπολομένων δὲ τῶν παίδων διωκόμενον, εἰς κιβωτὸν καταφυγεῖν μεγάλην καὶ τὸ πῶμα κατακλείσαντα συνέχειν ἐντός, ὥστʼ ἀποσπάσαι μὴ δύνασθαι πολλοὺς ὁμοῦ βιαζομένους· κατασχίσαντας δὲ τὴν κιβωτόν, οὔτε ζῶντα τὸν ἄνθρωπον εὑρεῖν οὔτε νεκρόν. ἐκπλαγέντας οὖν ἀποστεῖλαι θεοπρόπους εἰς Δελφούς, οἷς τὴν Πυθίαν εἰπεῖν ἔσχατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς.
28.6 λέγεται δὲ καὶ τὸν Ἀλκμήνης ἐκκομιζομένης νεκρὸν ἄδηλον γενέσθαι, λίθον δὲ φανῆναι κείμενον ἐπὶ τῆς κλίνης, καὶ ὅλως πολλὰ τοιαῦτα μυθολογοῦσι, παρὰ τὸ εἰκὸς ἐκθειάζοντες τὰ θνητὰ τῆς φύσεως ἅμα τοῖς θείοις.
28.6 ἀπογνῶναι μὲν οὖν παντάπασι τὴν θειότητα τῆς ἀρετῆς ἀνόσιον καὶ ἀγεννές, οὐρανῷ δὲ μειγνύειν γῆν ἀβέλτερον. φατέον οὖν, ἐχομένοις τῆς ἀσφαλείας, κατὰ Πίνδαρον, ὡς σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, ζῳὸν δʼ ἔτι λείπεται αἰῶνος εἴδωλον· τὸ γάρ ἐστι μόνον ἐκ θεῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi