Thesauros Edebiyat biography Ῥωμύλος

Ῥωμύλος

Ῥωμύλος Plutarch
27.2 εἶτα σιγῇ προστάττοντος ἠκροῶντο, καὶ τῷ πρότεροι τὸ δεδογμένον ἐκείνῳ πυθέσθαι τῶν πολλῶν πλέον ἔχοντες ἀπηλλάττοντο. καὶ τἆλλα μὲν ἦν ἐλάττονα· τῆς δὲ γῆς τὴν δορίκτητον αὐτὸς ἐφʼ ἑαυτοῦ δασάμενος τοῖς στρατιώταις, καὶ τοὺς ὁμήρους τοῖς Βηίοις ἀποδούς, οὔτε πεισθέντων οὔτε βουλομένων ἐκείνων, ἔδοξε κομιδῇ τὴν γερουσίαν προπηλακίζειν.
27.3 ὅθεν εἰς ὑποψίαν καὶ διαβολὴν ἐνέπεσε παραλόγως ἀφανισθέντος αὐτοῦ μετʼ ὀλίγον χρόνον. ἠφανίσθη δὲ νώναις Ἰουλίαις ὡς νῦν ὀνομάζουσιν, ὡς δὲ τότε, Κυντιλίαις, οὐδὲν εἰπεῖν βέβαιον οὐδʼ ὁμολογούμενον πυθέσθαι περὶ τῆς τελευτῆς ἀπολιπών, ἀλλʼ ἢ τὸν χρόνον, ὡς προείρηται. δρᾶται γὰρ ἔτι νῦν ὅμοια τῷ τότε πάθει πολλὰ κατὰ τὴν ἡμέραν ἐκείνην.
27.4 οὐ δεῖ δὲ θαυμάζειν τὴν ἀσάφειαν, ὅπου Σκηπίωνος Ἀφρικανοῦ μετὰ δεῖπνον οἴκοι τελευτήσαντος οὐκ ἔσχε πίστιν οὐδʼ ἔλεγχον ὁ τρόπος τῆς τελευτῆς, ἀλλʼ οἱ μὲν αὐτομάτως ὄντα φύσει νοσώδη καμεῖν λέγουσιν, οἱ δʼ αὐτὸν ὑφʼ ἑαυτοῦ φαρμάκοις ἀποθανεῖν, οἱ δὲ τοὺς ἐχθροὺς τὴν ἀναπνοὴν ἀπολαβεῖν αὐτοῦ νύκτωρ παρεισπεσόντας.
27.5 καίτοι Σκηπίων ἔκειτο νεκρὸς ἐμφανὴς ἰδεῖν πᾶσι, καὶ τὸ σῶμα παρεῖχε πᾶσιν ὁρώμενον ὑποψίαν τινὰ τοῦ πάθους καὶ κατανόησιν· Ῥωμύλου δʼ ἄφνω μεταλλάξαντος οὔτε μέρος ὤφθη σώματος οὔτε λείψανον ἐσθῆτος. ἀλλʼ οἱ μὲν εἴκαζον ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου τοὺς βουλευτὰς ἐπαναστάντας αὐτῷ καὶ διαφθείραντας, νείμαντας τὸ σῶμα καὶ μέρος ἕκαστον ἐνθέμενον εἰς τὸν κόλπον ἐξενεγκεῖν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi