35.3
ἐπιχειρῶν οὖν βιάζεσθαι κατεδημαγωγεῖτο καὶ κατεστασιάζετο. καὶ τέλος ἀπογνοὺς τὰ πράγματα τοὺς μὲν παῖδας εἰς Εὔβοιαν ὑπεξέπεμψε πρὸς Ἐλεφήνορα τὸν Χαλκώδοντος, αὐτὸς δὲ Γαργηττοῖ κατὰ τῶν Ἀθηναίων ἀρὰς θέμενος, οὗ νῦν ἔστι τὸ καλούμενον Ἀρατήριον, εἰς Σκῦρον ἐξέπλευσεν, οὔσης αὐτῷ πρὸς τοὺς ἐκεῖ φιλίας, ὡς ᾤετο, καὶ χωρίων ἐν τῇ νήσῳ πατρῴων. ἐβασίλευε δὲ Λυκομήδης τότε τῶν Σκυρίων.
35.4
πρὸς τοῦτον οὖν ἀφικόμενος ἐζήτει τοὺς ἀγροὺς ἀπολαβεῖν, ὡς αὐτόθι κατοικήσων· ἔνιοι δέ φασι παρακαλεῖν αὐτὸν βοηθεῖν ἐπὶ τοὺς Ἀθηναίους. ὁ δὲ Λυκομήδης, εἴτε δείσας τὴν δόξαν τοῦ ἀνδρός, εἴτε τῷ Μενεσθεῖ χαριζόμενος, ἐπὶ τὰ ἄκρα τῆς χώρας ἀναγαγὼν αὐτόν, ὡς ἐκεῖθεν ἐπιδείξων τοὺς ἀγρούς, ὦσε κατὰ τῶν πετρῶν καὶ διέφθειρεν. ἔνιοι δʼ ἀφʼ ἑαυτοῦ πεσεῖν φασι σφαλέντα, μετὰ δεῖπνον, ὥσπερ εἰώθει, περιπατοῦντα.
35.5
καὶ παραυτίκα μὲν οὐδεὶς ἔσχεν αὐτοῦ λόγον οὐδένα τεθνηκότος, ἀλλὰ τῶν μὲν Ἀθηναίων ἐβασίλευσε Μενεσθεύς, οἱ δὲ παῖδες ἰδιωτεύοντες Ἐλεφήνορι συνεστράτευσαν εἰς Ἴλιον. ἐκεῖ δὲ Μενεσθέως ἀποθανόντος ἐπανελθόντες αὐτοὶ τὴν βασιλείαν ἀνεκομίσαντο. χρόνοις δʼ ὕστερον Ἀθηναίους ἄλλα τε παρέστησεν ὡς ἥρωα τιμᾶν Θησέα, καὶ τῶν ἐν Μαραθῶνι πρὸς Μήδους μαχομένων ἔδοξαν οὐκ ὀλίγοι φάσμα Θησέως ἐν ὅπλοις καθορᾶν πρὸ αὐτῶν ἐπὶ τοὺς βαρβάρους φερόμενον.