Thesauros Edebiyat astronomy Τετράβιβλος

Τετράβιβλος

Τετράβιβλος Ptolemy 2nd cent

Kitap 2

4 Ἔφοδος εἰς τὰς κατὰ μέρος προτελέσεις Τούτων οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιώδως ἐπελθεῖν, καὶ πρῶτον τῶν καθʼ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων λαμβανομένων. ἔσται δʼ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων. τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν τί ἐστι τοπικόν, καθʼ ὃ δεῖ προγινώσκειν ποίαις χώραις ἢ πόλεσιν αἱ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι· ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας· τὸ δέ τι χρονικόν, καθʼ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν· τὸ δέ τι γενικόν, καθʼ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθʼ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi