Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Epeisodion 4

Χορός
— ἔα ἔα· 815
 
ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
 
γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ;
 
— φυγῇ φυγῇ
 
νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.
 
— ὦναξ Παιάν, 820
 
ἀπότροπος γένοιό μοι πημάτων.
Ἶρις
θαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονον
 
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν
 
Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
 
ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν, 825
 
ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο.
 
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
 
τὸ χρή νιν ἐξέσῳζεν, οὐδʼ εἴα πατὴρ
 
Ζεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ·
 
ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως, 830
 
Ἥρα προσάψαι καινὸν αἷμʼ αὐτῷ θέλει
 
παῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ.
 
ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν,
 
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
 
μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους 835
 
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
 
ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων,
 
ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόρον
 
τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ
 
γνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος, 840
 
μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
 
τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην.
Λύσσα
ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
 
πέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος·
 
τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοις 845
 
οὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους,
 
παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
 
Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις.
 
ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ
 
οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους· 850
 
ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
 
ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος
 
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·
 
 
σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.
[Episode]
μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα. 855
Λύσσα
ἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ.
Ἶρις
οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ.
Λύσσα
Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι.
 
εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχει
 
τάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας, 860
 
εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως
 
οὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων,
 
οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·
 
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
 
τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται 865
 
παῖδας οὓς ἔτικτʼ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.
 
ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
 
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.
 
ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν
 
δεινός· μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου. 870
 
τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.
 
στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα·
 
ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme