Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 2

[Episode]
Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων 580
Ἡρακλῆς
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς
 
ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
Χορός
δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,
 
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
Ἀμφιτρύων
πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον 585
 
τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν.
Ἡρακλῆς
τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
Ἀμφιτρύων
πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ
 
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
 
οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν 590
 
ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις
 
δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.
 
ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα
 
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
Ἡρακλῆς
μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις· 595
 
ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις,
 
ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα·
 
ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
Ἀμφιτρύων
καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν
← Önceki Stasimon 2 · 8 / 13 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme