Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 2

[Episode]
θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.
Ἀμφιτρύων
ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
 
τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε,
 
ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. 505
 
ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
 
σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.
 
ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς
 
ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη
 
ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ. 510
 
ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ
 
βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον
 
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
Μεγάρα
ἔα·
 
ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ;
Ἀμφιτρύων
οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει. 515
Μεγάρα
ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
 
εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.
 
τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;
 
οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
 
δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων, 520
← Önceki Stasimon 2 · 4 / 13 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme