Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 1

[Choral 1]
—αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ
Χορός
μολπᾷ Φοῖβος ἰαχεῖ
 
τὸν κάλλει φθιτόν, κιθάραν 350
 
ἐλαύνων πλήκτρῳ χρυσέῳ·
 
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ
 
ἐς ὄρφναν μολόντα, παῖδʼ
 
εἴτε Διός νιν εἴπω,
 
εἴτʼ Ἀμφιτρύωνος ἶνιν,
 
ὑμνῆσαι στεφάνωμα μό- 355
 
χθων διʼ εὐλογίας θέλω.
 
γενναίων δʼ ἀρεταὶ πόνων
 
τοῖς θανοῦσιν ἄγαλμα.
 
—πρῶτον μὲν Διὸς ἄλσος
 
ἠρήμωσε λέοντος, 360
 
πυρσῷ δʼ ἀμφεκαλύφθη
 
ξανθὸν κρᾶτʼ ἐπινωτίσας
 
δεινῷ χάσματι θηρός·
 
—τάν τʼ ὀρεινόμον ἀγρίων
 
Κενταύρων ποτὲ γένναν 365
 
ἔστρωσεν τόξοις φονίοις,
 
ἐναίρων πτανοῖς βέλεσιν.
 
ξύνοιδε Πηνειὸς ὁ καλ-
 
λιδίνας μακραί τʼ ἄρου-
 
ραι πεδίων ἄκαρποι
 
καὶ Πηλιάδες θεράπναι 370
 
σύγχορτοί τʼ Ὀμόλας ἔναυ-
 
λοι, πεύκαισιν ὅθεν χέρας
 
πληροῦντες χθόνα Θεσσαλῶν
 
ἱππείαις ἐδάμαζον·
 
—τάν τε χρυσοκάρανον 375
 
δόρκαν ποικιλόνωτον
 
συλήτειραν ἀγρωστᾶν
 
κτείνας, θηροφόνον θεὰν
 
Οἰνωᾶτιν ἀγάλλει·
[Choral 2]
—τεθρίππων τʼ ἐπέβα 380
Χορός
καὶ ψαλίοις ἐδάμασε πώλους
 
Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα-
 
ζον κάθαιμα σῖτα γένυσι,
 
χαρμοναῖσιν ἀνδροβρῶσι
 
δυστράπεζοι· πέραν δʼ 385
 
ἀργυρορρύτων Ἕβρου
 
διεπέρασεν ὄχθων,
 
Μυκηναίῳ πονῶν τυράννῳ.
 
—ἄν τε Πηλιάδʼ ἀκτὰν
 
Ἀναύρου παρὰ πηγὰς 390
 
Κύκνον ξεινοδαΐκταν
 
τόξοις ὤλεσεν, Ἀμφαναί-
 
ας οἰκήτορʼ ἄμεικτον·
 
—ὑμνῳδούς τε κόρας
 
ἤλυθεν ἑσπέριον ἐς αὐλάν, 395
 
χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ-
 
ξων, δράκοντα πυρσόνωτον,
 
ὅς σφʼ ἄπλατον ἀμφελικτὸς
 
ἕλικʼ ἐφρούρει, κτανών·
 
ποντίας θʼ ἁλὸς μυχοὺς 400
 
εἰσέβαινε, θνατοῖς
 
γαλανείας τιθεὶς ἐρετμοῖς·
 
—οὐρανοῦ θʼ ὑπὸ μέσσαν
 
ἐλαύνει χέρας ἕδραν,
 
Ἄτλαντος δόμον ἐλθών, 405
 
ἀστρωπούς τε κατέσχεν οἴ-
 
κους εὐανορίᾳ θεῶν·
[Choral 3]
—τὸν ἱππευτάν τʼ Ἀμαζό-
Χορός
νων στρατὸν Μαιῶτιν ἀμφὶ
 
πολυπόταμον ἔβα διʼ Ἄ- 410
 
ξεινον οἶδμα λίμνας, 410
 
τίνʼ οὐκ ἀφʼ Ἑλλανίας
 
ἄγορον ἁλίσας φίλων,
 
κόρας Ἀρείας πέπλων
 
χρυσεόστολον φάρος,
 
ζωστῆρος ὀλεθρίους ἄγρας. 415
 
τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ-
 
βάρου κόρας λάφυρα, καὶ
 
σῴζεται Μυκήναις.
 
—τάν τε μυριόκρανον
 
πολύφονον κύνα Λέρνας 420
 
ὕδραν ἐξεπύρωσεν,
 
βέλεσί τʼ ἀμφέβαλʼ ἰόν,
 
τὸν τρισώματον οἷσιν ἔ-
 
κτα βοτῆρʼ Ἐρυθείας.
 
—δρόμων τʼ ἄλλων ἀγάλματʼ 425
 
εὐτυχῆ διῆλθε· τόν τε
 
πολυδάκρυον ἔπλευσʼ ἐς Ἅι-
 
δαν, πόνων τελευτάν,
 
ἵνʼ ἐκπεραίνει τάλας
 
βίοτον, οὐδʼ ἔβα πάλιν.
 
στέγαι δʼ ἔρημοι φίλων, 430
 
τὰν δʼ ἀνόστιμον τέκνων
 
Χάρωνος ἐπιμένει πλάτα
 
βίου κέλευθον ἄθεον ἄδι-
 
κον· ἐς δὲ σὰς χέρας βλέπει
 
δώματʼ οὐ παρόντος. 435
 
—εἰ δʼ ἐγὼ σθένος ἥβων
 
δόρυ τʼ ἔπαλλον ἐν αἰχμᾷ,
 
Καδμείων τε σύνηβοι,
 
τέκεσιν ἂν προπαρέσταν
 
ἀλκᾷ· νῦν δʼ ἀπολείπομαι 440
 
τᾶς εὐδαίμονος ἥβας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme