Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Prologos

Ἀμφιτρύων
κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν
 
γέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοι
 
μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
 
ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν
 
τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς 45
 
μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός —
 
σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους,
 
βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
 
ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο
 
Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. 50
 
πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν,
 
σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ
 
πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
 
δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας.
 
φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, 55
 
οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
 
τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·
 
ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ
 
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
Μεγάρα
ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν 60
← Önceki Prologos · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme