Epeisodion 4
Ἄδραστος
δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι
φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.
ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;
860
Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,
ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ
οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν
τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ
865
τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.
φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε
καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.
ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων
870
οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα·
νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,
πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί.
φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων
875
οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους
δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.