Thesauros Literature Tragedy Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Eksodos

Ἑκάβη
κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
 
ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
 
Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,
 
γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον. 975
Πολυμήστωρ
καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
 
τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
Ἑκάβη
ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
 
καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
 
χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων. 980
Πολυμήστωρ
χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
 
φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
 
στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·
 
τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
 
φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ. 985
Ἑκάβη
πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς
 
Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
 
εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.
Πολυμήστωρ
μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
Ἑκάβη
ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν. 990
Πολυμήστωρ
τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
← Önceki Eksodos · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme