Thesauros Literature Tragedy Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 1

Ἑκάβη
ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
 
ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
Ὀδυσσεύς
ἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.
Ἑκάβη
οἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος,
 
δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄπο 240
 
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
Ὀδυσσεύς
οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
Ἑκάβη
ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί;
Ὀδυσσεύς
μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.
Ἑκάβη
ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν; 245
Ὀδυσσεύς
ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.
Ἑκάβη
ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;
Ὀδυσσεύς
ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
Ἑκάβη
τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
Ὀδυσσεύς
πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν. 250
Ἑκάβη
οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
 
ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
 
δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ;
 
ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους
 
ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι, 255
← Önceki Epeisodion 1 · 2 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme