Thesauros Literature Tragedy Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Parodos

[Choral]
ἄγετʼ, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,
Ἑκάβη
ἄγετʼ ὀρθοῦσαι τὴν ὁμόδουλον, 60
 
Τρῳάδες, ὑμῖν, πρόσθε δʼ ἄνασσαν·
 
λάβετε φέρετε πέμπετʼ ἀείρετέ μου
 
γεραιᾶς χειρὸς προσλαζύμεναι·
 
κἀγὼ σκολιῷ σκίπωνι χερὸς 65
 
διερειδομένα σπεύσω βραδύπουν
 
ἤλυσιν ἄρθρων προτιθεῖσα.
 
ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,
 
τί ποτʼ αἴρομαι ἔννυχος οὕτω
 
δείμασι, φάσμασιν; ὦ πότνια Χθών, 70
 
μελανοπτερύγων μῆτερ ὀνείρων,
 
ἀποπέμπομαι ἔννυχον ὄψιν,
 
ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην
 
ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς διʼ ὀνείρων 75
 
εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.
 
ὦ χθόνιοι θεοί, σώσατε παῖδʼ ἐμόν,
 
ὃς μόνος οἴκων ἄγκυρʼ ἔτʼ ἐμῶν 80
 
τὴν χιονώδη Θρῄκην κατέχει
 
ξείνου πατρίου φυλακαῖσιν.
 
ἔσται τι νέον·
 
ἥξει τι μέλος γοερὸν γοεραῖς.
 
οὔποτʼ ἐμὰ φρὴν ὧδʼ ἀλίαστος 85
 
φρίσσει, ταρβεῖ.
 
ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
 
καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,
 
ὥς μοι κρίνωσιν ὀνείρους;
 
εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ 90
 
σφαζομέναν, ἀπʼ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.
 
καὶ τόδε δεῖμά μοι· ἦλθʼ ὑπὲρ ἄκρας
 
τύμβου κορυφᾶς
 
φάντασμʼ Ἀχιλέως· ᾔτει δὲ γέρας
 
τῶν πολυμόχθων τινὰ Τρωιάδων. 95
 
ἀπʼ ἐμᾶς ἀπʼ ἐμᾶς οὖν τόδε παιδὸς
 
πέμψατε, δαίμονες, ἱκετεύω.
Χορός
Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην
 
τὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ,
 
ἵνʼ ἐκληρώθην καὶ προσετάχθην 100
 
δούλη, πόλεως ἀπελαυνομένη
 
τῆς Ἰλιάδος, λόγχης αἰχμῇ
 
δοριθήρατος πρὸς Ἀχαιῶν,
 
οὐδὲν παθέων ἀποκουφίζουσʼ,
 
ἀλλʼ ἀγγελίας βάρος ἀραμένη 105
 
μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.
 
ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ
 
λέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖ
 
σφάγιον θέσθαι· τύμβου δʼ ἐπιβὰς
 
οἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις, 110
 
τὰς ποντοπόρους δʼ ἔσχε σχεδίας
 
λαίφη προτόνοις ἐπερειδομένας,
 
τάδε θωΰσσων·
 
Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον
 
στέλλεσθʼ ἀγέραστον ἀφέντες; 115
 
πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων,
 
δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνων
 
στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
 
τύμβῳ σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν.
 
ἦν δʼ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν 120
 
τῆς μαντιπόλου Βάκχης ἀνέχων
 
λέκτρʼ Ἀγαμέμνων·
 
τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν,
 
δισσῶν μύθων ῥήτορες ἦσαν·
 
γνώμῃ δὲ μιᾷ συνεχωρείτην, 125
 
τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
 
αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
 
λέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείας
 
πρόσθεν θήσειν ποτὲ λόγχης.
 
σπουδαὶ δὲ λόγων κατατεινομένων 130
 
ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
 
κόπις ἡδυλόγος δημοχαριστὴς
 
Λαερτιάδης πείθει στρατιὰν
 
μὴ τὸν ἄριστον Δαναῶν πάντων
 
δούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν, 135
 
μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃ
 
στάντα φθιμένων
 
ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
 
τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
 
Τροίας πεδίων ἀπέβησαν. 140
 
ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
 
πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
 
ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
 
ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς,
 
ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων, 145
 
κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας
 
τούς θʼ ὑπὸ γαῖαν.
 
ἢ γάρ σε λιταὶ διακωλύσουσʼ
 
ὀρφανὸν εἶναι παιδὸς μελέας,
 
ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆ 150
 
φοινισσομένην αἵματι παρθένον
 
ἐκ χρυσοφόρου
 
δειρῆς νασμῷ μελαναυγεῖ.
Ἑκάβη
οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;
 
ποίαν ἀχώ, ποῖον ὀδυρμόν, 155
 
δειλαία δειλαίου γήρως,
 
δουλείας τᾶς οὐ τλατᾶς,
 
τᾶς οὐ φερτᾶς; οἴμοι.
 
τίς ἀμύνει μοι; ποία γέννα,
 
ποία δὲ πόλις; φροῦδος πρέσβυς, 160
 
φροῦδοι παῖδες.
 
ποίαν ἢ ταύταν ἢ κείναν
 
στείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶν
 
ἢ δαιμόνων ἐπαρωγός;
 
ὦ κάκʼ ἐνεγκοῦσαι, 165
 
Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαι
 
πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος
 
ἀγαστὸς ἐν φάει.
 
ὦ τλάμων ἅγησαί μοι πούς,
 
ἅγησαι τᾷ γηραιᾷ 170
 
πρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ,
 
δυστανοτάτας ματέρος — ἔξελθʼ ἔξελθʼ
 
οἴκων — ἄιε ματέρος αὐδάν.
 
ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν 175
 
ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
Πολυξένη
ἰώ·
 
μᾶτερ μᾶτερ τί βοᾷς; τί νέον
 
καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν
 
θάμβει τῷδʼ ἐξέπταξας;
Ἑκάβη
οἴμοι τέκνον. 180
Πολυξένη
τί με δυσφημεῖς; φροίμιά μοι κακά.
Ἑκάβη
αἰαῖ σᾶς ψυχᾶς.
Πολυξένη
ἐξαύδα· μὴ κρύψῃς δαρόν.
 
δειμαίνω δειμαίνω, μᾶτερ,
 
τί ποτʼ ἀναστένεις 185
Ἑκάβη
ὦ τέκνον τέκνον μελέας ματρὸς
Πολυξένη
τί δὲ τόδʼ ἀγγελεῖς;
Ἑκάβη
σφάξαι σʼ Ἀργείων κοινὰ
 
συντείνει πρὸς τύμβον γνώμα
 
Πηλείᾳ γέννᾳ. 190
Πολυξένη
οἴμοι μᾶτερ, πῶς φθέγγῃ
 
ἀμέγαρτα κακῶν; μάνυσόν μοι,
 
μάνυσον, μᾶτερ.
Ἑκάβη
αὐδῶ, παῖ, δυσφήμους φήμας·
 
ἀγγέλλουσʼ Ἀργείων δόξαι 195
 
ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.
Πολυξένη
ὦ δεινὰ παθοῦσʼ, ὦ παντλάμων,
 
ὦ δυστάνου μᾶτερ βιοτᾶς
 
οἵαν οἵαν αὖ σοι λώβαν
 
ἐχθίσταν ἀρρήταν τʼ 200
 
ὦρσέν τις δαίμων;
 
οὐκέτι σοι παῖς ἅδʼ οὐκέτι δὴ
 
γήρᾳ δειλαίῳ δειλαία
 
συνδουλεύσω.
 
σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπταν 205
 
μόσχον δειλαία δειλαίαν
 
ἐσόψῃ,
 
χειρὸς ἀναρπαστὰν
 
σᾶς ἄπο λαιμότομόν τʼ Ἀίδᾳ
 
γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα 210
 
τάλαινα κείσομαι. 210
 
καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
 
κλαίω πανδύρτοις θρήνοις,
 
τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τʼ
 
οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
 
ξυντυχία κρείσσων ἐκύρησεν. 215

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme