Thesauros Literature Tragedy Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Prologos

Πολυδώρου εἴδωλον
ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται
 
ψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη,
 
αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
 
σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
 
κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν 25
 
ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸς
 
μεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
 
κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ,
 
πολλοῖς διαύλοις κυμάτων φορούμενος,
 
ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίλης 30
 
Ἑκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν,
 
τριταῖον ἤδη φέγγος αἰωρούμενος,
 
ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
 
μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
 
πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι 35
 
θάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός·
 
ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
 
κατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν,
 
πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·
 
αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην 40
← Önceki Prologos · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme