Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Prologos

Ἀνδρομάχη
Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι,
 
ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ
 
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
 
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
 
ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, 5
 
νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·
 
ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε
 
ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως
 
θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει
 
ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, 10
 
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
 
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
 
οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην
 
τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας
 
δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον. 15
 
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
 
σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία
 
Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις
 
φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς
 
Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων. 20
Prologos · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme