Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Epeisodion 4

Τροφός
ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
 
διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται.
 
δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω,
 
πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα, 805
 
οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
 
καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
 
πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
 
ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ,
 
ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν. 810
 
μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
 
εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
 
ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
 
οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
 
ἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖν 815
 
δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι·
 
ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
 
θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων
 
φίλων νέοι μολόντες εὐπιθέστεροι.
Χορός
καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν 820
 
βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
 
δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει
 
πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ
 
φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme