Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Epeisodion 2

Ἀνδρομάχη
οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
 
ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν 330
 
λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,
 
πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα.
 
Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
 
τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·
 
μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος. 335
 
ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ
 
φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος.
 
ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
 
τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
 
τέκνου θανόντος ῥᾳδίως ἀνέξεται; 340
 
οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·
 
ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια
 
πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται—
 
ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς
 
ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν 345
 
φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται.
 
γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις
 
χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
← Önceki Epeisodion 2 · 2 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme