Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Epeisodion 2

Μενέλαος
ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους
 
λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου. 310
 
σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,
 
τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης
 
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
 
κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον,
 
ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται. 315
 
ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
 
ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
 
ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.
Ἀνδρομάχη
ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
 
οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν. 320
 
εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο,
 
εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν
 
οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.
 
σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
 
Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν; 325
 
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
 
τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
 
δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
← Önceki bölüm Epeisodion 2 · 1 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme