Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 1

[Choral 1]
Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν
Χορός
ἐς νάπαν ἦλθ’ ὁ Μαί- 275
 
ας τε καὶ Διὸς τόκος,
 
τρίπωλον ἅρμα δαιμόνων
 
ἄγων τὸ καλλιζυγές,
 
ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας
 
σταθμοὺς ἐπὶ βούτα, 280
 
βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν
 
ἔρημόν θ’
 
ἑστιοῦχον αὐλάν.
 
ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
 
πιδάκων νίψαν αἰ- 285
 
γλᾶντα σώματα ῥοαῖς,
 
ἔβαν δὲ Πριαμίδαν ὑπερ-
 
βολαῖς λόγων δυσφρόνων
 
παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις,
 
τερπνοῖς μὲν ἀκοῦσαι, 290
 
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
 
ταλαίνᾳ
 
περγάμοις τε Τροίας.
[Choral 2]
ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν
Χορός
ἁ τεκοῦσά νιν Πάριν
 
πρὶν Ἰδαῖ-
 
ον κατοικίσαι λέπας· 295
 
ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ
 
βόασε Κασάνδρα κτανεῖν,
 
μεγάλαν Πριάμου πόλεως λώβαν.
 
τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
 
δαμογερόν-
 
των βρέφος φονεύειν; 300
 
οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε
 
δούλιον, σύ τ’ ἂν γύναι,
 
τυράννων
 
ἔσχες ἂν δόμων ἕδρας·
 
παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς
 
μόχθους οὓς ἀμφὶ Τροίαν 305
 
δεκέτεις ἀλάληντο νέοι λόγχαις.
 
λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο,
 
καὶ τεκέων
 
ὀρφανοὶ γέροντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme