Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Epeisodion 5

Πηλεύς
Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι
 
σημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον
 
ὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρη
 
φρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχων 1050
 
εἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων
 
δεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας.
Χορός
Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸν
 
κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·
 
βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων. 1055
Πηλεύς
τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.
Χορός
πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ.
Πηλεύς
μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;
Χορός
ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ.
Πηλεύς
σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα; 1060
Χορός
Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός.
Πηλεύς
ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων;
Χορός
καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον.
Πηλεύς
κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ;
Χορός
ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα. 1065
Πηλεύς
οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχος
 
χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν
 
καὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,
 
πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;
Ἄγγελος
ὤμοι μοι· 1070
 
οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας 1070
 
σοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.
Πηλεύς
αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ.
Ἄγγελος
οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον
 
Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει
 
Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου. 1075
Χορός
ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς·
 
ἔπαιρε σαυτόν.
Πηλεύς
οὐδέν εἰμ’· ἀπωλόμην.
 
φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω.
Ἄγγελος
ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν
 
χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας. 1080
Πηλεύς
ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν
 
οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις.
 
πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;
 
σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω.
Ἄγγελος
ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον, 1085
 
τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους
 
θέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν.
 
καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσεις
 
κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.
 
Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν 1090
 
ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους·
 
Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ
 
χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,
 
τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάρος
 
δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων; 1095
 
κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν·
 
ἀρχαί τε, πληροῦντές τε βουλευτήρια,
 
ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν,
 
φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις.
 
ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας 1100
 
παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι,
 
λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμεν
 
σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.
 
καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοι
 
θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν; 1105
 
ὃ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίας
 
δίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρ
 
πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην.
 
κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα
 
ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός, 1110
 
ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρων
 
κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων
 
εὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις·
 
τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος
 
δάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκος 1115
 
εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος.
 
χὣ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ·
 
οἳ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι
 
κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ.
 
χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶς 1120
 
ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος
 
κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας
 
ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,
 
βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·
 
Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς 1125
 
ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;—
 
τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας
 
ἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χερῶν πέτροις.
 
πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος
 
προὔτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰς 1130
 
ἐκεῖσε κἀκεῖσ’ ἀσπίδ’ ἐκτείνων χερί.
 
ἀλλ’ οὐδὲν ἦνεν· ἀλλὰ πόλλ’ ὁμοῦ βέλη,
 
οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι,
 
σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.
 
δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου 1135
 
βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν
 
κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,
 
βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,
 
τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν
 
χωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδες 1140
 
ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.
 
πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων
 
αὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους,
 
κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοις
 
πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πως 1145
 
ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις·
 
πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο
 
δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν
 
στρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνει
 
παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς 1150
 
Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε,
 
πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,
 
τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,
 
βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας
 
τὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων. 1155
 
νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας
 
ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.
 
ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν
 
κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις
 
κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ. 1160
 
τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,
 
ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,
 
δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως.
 
ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός,
 
παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός; 1165

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme