Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 4

[Episode]
ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν
Ἑρμιόνη
ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
Τροφός
ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς; 845
Ἑρμιόνη
οἴμοι πότμου.
 
ποῦ μοι πυρὸς φίλα φλόξ;
 
ποῦ δ’ εἰς πέτρας ἀερθῶ,
 
ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,
 
ἵνα θανοῦσα νερτέροισιν μέλω; 850
Τροφός
τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
 
πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
Ἑρμιόνη
ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
 
ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας. 855
 
—ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω
 
νυμφιδίῳ στέγᾳ.
 
τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
 
ἢ δούλα δούλας γόνασι προσπέσω; 860
 
Φθιάδος ἐκ γᾶς
 
κυανόπτερος ὄρνις εἴθ’ εἴην,
 
ἢ πευκᾶεν
 
σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς
← Önceki Stasimon 4 · 2 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme