Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Epeisodion 4

Ἄγγελος
σιγῇ πελάζων ἄντυγι ξυνείπετο
 
ἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν,
 
ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος.
 
σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνω
 
τροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα. 1235
 
αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς
 
δεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς,
 
σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα
 
θραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν·
 
Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι, 1240
 
μή μ’ ἐξαλείψητ’· ὦ πατρὸς τάλαιν’ ἀρά.
 
τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;
 
πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶ
 
ἐλειπόμεσθα. χὣ μὲν ἐκ δεσμῶν λυθεὶς
 
τμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτῳ τρόπῳ 1245
 
πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·
 
ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας
 
ταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός.
 
δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,
 
ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε, 1250
← Önceki Epeisodion 4 · 5 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme