Epeisodion 4
Θησεύς
πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκης
ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ;
Ἄγγελος
ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων
1175
ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα
Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος
ἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπους
φίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις.
1180
χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·
Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.
ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,
δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.
τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
1185
καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.
μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,
αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.
καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·
1190