Stasimon 3
[Episode]
τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
970
Θησεύς
νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,
καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
975
εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,
οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ
κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,
οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.
980
Χορός
οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα
θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.
Ἱππόλυτος
πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶν
δεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους,
εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.
985
ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.
ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.