Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ 950
Θησεύς
θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
 
ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς
 
σίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων
 
βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
 
ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ 955
 
φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ
 
σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
 
τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;
 
ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·
 
ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι 960
 
τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;
 
μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον
 
τοῖς γνησίοισι πολέμιον πεφυκέναι·
 
κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις,
 
εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν. 965
 
ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,
 
γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους,
 
οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
 
ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα·
← Önceki Stasimon 3 · 8 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme