Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Epeisodion 3

Τροφός
ἰοὺ ἰού·
 
βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
 
ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορός
— φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ
 
γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφός
οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον 780
 
σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;
Χορός
— φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμους
 
λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
 
— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;
 
τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου. 785
Τροφός
ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν·
 
πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.
Χορός
— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
 
ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
Θησεύς
γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή; 790
 
ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.
 
οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος
 
πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
 
μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
 
πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν 795
 
λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.
Χορός
οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
 
Θησεῦ· νέοι θανόντες ἀλγυνοῦσί σε.
Θησεύς
οἴμοι· τέκνων μοι μή τι συλᾶται βίος;
Χορός
ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι. 800
Θησεύς
τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;
Χορός
βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
Θησεύς
λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος;
Χορός
τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις,
 
Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια. 805
Θησεύς
αἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα
 
πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
 
χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,
 
ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν 825
 
γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν. 810

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme