Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ
Τροφός
στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν, 290
 
ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην
 
μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.
 
κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
 
γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
 
εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας, 295
 
λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.
 
εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
 
ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
 
ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
 
φθέγξαι τι, δεῦρ’ ἄθρησον. — ὦ τάλαιν’ ἐγώ, 300
 
γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
 
ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε
 
λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. —
 
ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέρα
 
γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς 305
 
παῖδας πατρῴων μὴ μεθέξοντας δόμων,
 
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
 
ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο
← Önceki Stasimon 1 · 7 / 20 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme