Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode 1]
— ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν
Χορός
κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ. 365
 
— ὦ τάλαινα τῶνδ’ ἀλγέων·
 
— ὦ πόνοι τρέφοντες βροτούς.
 
— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
 
— τίς σε παναμέριος ὅδε χρόνος μένει;
 
— τελευτάσεταί τι καινὸν δόμοις. 370
 
— ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα
 
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
[Episode]
Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον
Φαίδρα
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
 
ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ 375
 
θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.
 
καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
 
πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν
 
πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·
 
τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν, 380
 
οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,
 
οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
 
ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,
← Önceki Stasimon 1 · 11 / 20 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme