Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Parodos

[Episode]
πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων
Ἱππόλυτος
τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα. 100
Θεράπων
τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
Ἱππόλυτος
πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
Θεράπων
σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
Ἱππόλυτος
ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
Θεράπων
εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ. 105
Ἱππόλυτος
οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
Θεράπων
τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
Ἱππόλυτος
χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους
 
σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας
 
τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν 110
 
ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
 
βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
 
τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.
Θεράπων
ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον,
 
φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν, 115
 
προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
 
δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν,
 
εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων
← Önceki Parodos · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme